Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.245 Joseph. AJ 15.251 (English) >>Joseph. AJ 15.257

15.249τοῖς οὖν ἐπὶ τούτων τῶν φυλακτηρίων Ἀλεξάνδρα προσήνεγκεν τοὺς λόγους, ὡς δέον αὐτῇ καὶ τοῖς ἐξ Ἡρώδου παιδίοις παραδοῦναι, μὴ καὶ φθῇ τις ἐκείνου μεταλλάξαντος ἕτερος ἀντιλαμβάνεσθαι τῶν πραγμάτων· ῥωσθέντι μὲν γὰρ οὐδεὶς ἀσφαλέστερον τῶν οἰκειοτάτων διατηρήσει. 15.250τούτους τοὺς λόγους αὐτῆς οὐκ ἐπιεικῶς ἤνεγκαν, ἀλλὰ πιστοὶ καὶ τὸν ἔμπροσθεν χρόνον ὄντες ἔτι μᾶλλον ἐν τῷ τότε διέμειναν μίσει τε τῆς Ἀλεξάνδρας καὶ τῷ μηδʼ ὅσιον ὑπολαμβάνειν ζῶντα τὸν Ἡρώδην ἀπεγνωκέναι· φίλοι γὰρ ἄνωθεν ἦσαν, εἷς δʼ αὐτῶν καὶ ἀνεψιὸς τοῦ βασιλέως Ἀχίαβος. 15.251εὐθὺς οὖν ἐξήγγειλαν πέμψαντες ἐκείνῳ τὴν γνώμην τῆς Ἀλεξάνδρας. δὲ τὴν μὲν οὐδὲν ἀναβαλλόμενος ἀποκτεῖναι προσέταξεν, αὐτὸς δὲ μόλις καὶ σὺν κακοπαθείᾳ διαφυγὼν τὴν νόσον χαλεπὸς ἦν ψυχῇ καὶ σώματι κεκακωμένος ὁμοῦ πρὸς τὸ δυσάρεστον καὶ πάσαις ταῖς αἰτίαις ἑτοιμοτέρως εἰς τιμωρίαν τῶν ὑποπεσόντων ἐχρῆτο. 15.252φονεύει δὲ καὶ τοὺς ἀναγκαιοτάτους αὐτῷ φίλους Κοστόβαρον καὶ Λυσίμαχον καὶ τὸν Γαδία καλούμενον Ἀντίπατρον ἔτι δὲ Δοσίθεον ἐξ αἰτίας τοιαύτης· 15.253

Κοστόβαρος ἦν γένει μὲν Ἰδουμαῖος, ἀξιώματος τῶν πρώτων παρʼ αὐτοῖς καὶ προγόνων ἱερατευσάντων τῷ Κωζαι· θεὸν δὲ τοῦτον Ἰδουμαῖοι νομίζουσιν. 15.254Ὑρκανοῦ δὲ τὴν πολιτείαν αὐτῶν εἰς τὰ Ἰουδαίων ἔθη καὶ νόμιμα μεταστήσαντος Ἡρώδης παραλαβὼν τὴν βασιλείαν ἄρχοντα τῆς Ἰδουμαίας καὶ Γάζης ἀποδείκνυσιν τὸν Κοστόβαρον καὶ δίδωσιν αὐτῷ τὴν ἀδελφὴν Σαλώμην Ἰώσηπον ἀνελὼν τὸν εἰληφότα πρότερον αὐτήν, ὡς ἐδηλώσαμεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.245 Joseph. AJ 15.251 (English) >>Joseph. AJ 15.257

Powered by PhiloLogic